Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Τετάρτη, Ιανουαρίου 30, 2013

ΟΙΚΟΥΜΕΝΙΚΩΝ ΔΙΔΑΣΚΑΛΩΝ ΚΑΙ ΙΠΠΟΛΥΤΟΥ ΠΑΠΑ ΡΩΜΗΣ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου, Πάπα Ῥώμης.

Τῇ Λ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν 

καὶ Οἰκουμενικῶν 
Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου 
καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.

Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους,
Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ.
Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις,
Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.
Ἔαρ χελιδὼν οὐ καθίστησι μία·
Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.
Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,
Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην.
Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας,
Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως∙
Κὰλλος γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος,
Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.
Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν,
Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας,
Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων,
Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν.
Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην,
Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις.
Οἱ δ᾿ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν,
Τὴν πρὸς Θεόν τε Πίστιν, ὡς ἄλλην κτίσιν
Στοιχειακῆς φέρουσι Τριάδος τύπον.
Μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηΐνων,
Καὶ γήϊνον νοῦν ἔσχον οὐδὲν ἐν λόγοις.
Ὁ Γρηγόριος γὰρ πῦρ πνέει νοῦς τὸν λόγον,
Πρὸς ὕψος αὖ πείθοντα πάντα ἐκτρέχειν.
Τοῖς λιποθυμήσασι δ᾿ ἐκ παθῶν πάλιν,
Ἀναπνοὴ τις οἱ Βασιλείου λόγοι.
Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων,
Ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος,
Τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.
Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν,
Ἐκ τῆς χθονὸς φέρουσι τοῖς τούτων λόγοις.
Λάμψεν ἑνὶ τριακοστῇ χρυσοτρισήλιος αἴγλη.

Τῶν τριῶν τούτων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ πάντων τῶν ἁγίων,

 τὰς τῶν αἱρέσεων ἐπαναστάσεις κατάβαλε καὶ ἡμᾶς ἐν ὁμονοίᾳ καὶ εἰρηνικῇ 
καταστάσει διαφύλαξον καὶ τῆς οὐρανίου σου βασιλείας ἀξίωσον. 
Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρα, Ἄθλησις τοῦ Ἱερομάρτυρος Ἱππολύτου Πάπα Ῥώμης 

καὶ τῶν σὺν αὐτῷ Κενσουρίνου, Σαβαΐνου, Χρυσῆς καὶ τῶν λοιπῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...