Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Δευτέρα, Απριλίου 15, 2013

ΠΟΙΑΝ ΒΑΣΙΛΕΙΑΝ ΝΑ ΖΗΤΟΥΜΕΝ, ΑΓΙΟΥ ΣΥΜΕΩΝ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ ΛΟΓΟΣ 50ός


ΛΟΓΟΣ Γ΄ (151)
Ταύτην τοιγαροῦν λέγει ζητεῖν τήν βασιλείαν ὑμᾶς, ἵνα καθώς “ἐβασίλευσεν ὁ Θεόςἐπί τά ἔθνη”, ὡς γέγραπται, βασιλεύσῃ καί ἐφ᾿ ἡμῖν, ἐπειδή ἐξἐθνῶν ἐσμεν. Βασιλεύσει δέ πῶς; Ὡς ἐπί ὀχήματός τινος ἐφ᾿ ἡμᾶς ἐποχούμενος καί ὡς ἡνίας τά θελήματα κρατῶν ἐν τῇ χειρί αὐτοῦτῶν ἡμετέρων ψυχῶν, ὅς καί ἄξει ἐν οἷς ἄν βούληται ἡμᾶς εὐηνίους εὑρών καί εἰς τό ἐκείνου θέλημα οἷα δή ἵπποις χρήσεται ἡμῶν τοῖς θελήμασιν, ὑπείκουσι προθύμως ταῖς αὐτοῦ νομοθεσίαις καί ἐντολαῖς. Οὕτω δή βασιλεύει Θεός ἐν οἷς οὐδέποτε ἐβασίλευσε, καθαιρομένοις διά δακρύων καί μετανοίας καί τελειουμένοις διάσοφίας καί γνώσεως τῆς τοῦ Πνεύματος. Οὕτω καί Χερουβίμ οἱ ἄνθρωποι γίνονται, τόν ἐπί πάντων Θεόν ἐπί τοῦ νώτου τῶν ψυχῶν αὐτῶν ἐν τῷδε τῷ κόσμῳ ἐπιφερόμενοι. Τίς οὖν ἐπί τοσοῦτον ἄφρων καί ἀναίσθητος ὅς πρό τοῦ τήν δόξαν ταύτην καί ἰδεῖν καί παθεῖν ἀρχῆς ἤ δόξης ἤ πλούτου ἐπιθυμήσει; Μᾶλλον δέ τίς οὕτως ἀπονενοημένος καί ἄθλιος, ὅς μείζονα τῆς τοῦ Θεοῦ βασιλείας καί δόξης ἄλλην εἶναι δόξαν ἤ βασιλείαν ἤ πλοῦτον ἤ τιμήν ἤ ἀρχήν ἤ τρυφήν, ἤ τι τῶν λεγομένων ἄλλον καί νομιζομένων καλῶν ἐπί γῆς ἤ ἐν οὐρανῷ, (173) ὑποπτεύσει, ἵνα καί ἐκεῖνα ἀντί ταύτης ἐκλέξηται; Ὄντως οὐκ ἔστι ταύτης ἕτερον οὐδέν ἐφετώτερον τοῖς γε νοῦν ἔχουσι. Τοίνυν καί περιϊόντι τῷ Χριστῷ καί βασιλεῦσαι ζητοῦντι ἐπί πάντας ἡμᾶς, μηδείς ἀφρόνως αὐτόν ἀπώσηται· μηδείς ἀξιῶ, τοῦ μεγάλου τούτου καί ἀσπάστου δώρου ἀποστερήσειεν ἑαυτόν·μηδείς τῆς ἀληθινῆς δόξης ἔκπτωτον ἑαυτόν ἀπεργάσηται· μηδείς διά πρόσκαιρον πλοῦτον τόν πλουτοδότην Θεόν καί ποιητήν τοῦ παντός καταλείψῃ· μηδείς διά γονέων καί φίλων καί συγγενῶν προσπάθειαν τόν Δεσπότην τῶν ἀγγέλων ἀρνήσηται· μηδείς δι᾿ἐπιθυμίαν σαρκός τοῦ γλυκασμοῦ τῆς ὄντως ζωῆς ἀποστερηθήσεται· μηδείς διά δόξαν εὐμάραντον τῆς αἰωνίου δόξης καί ἀτελευτήτου ἀλλότριος γένηται. Ἀλλά δεῦτε πάντες, εἰ οἷόν τε,συναχθέντες ἐπί τό αὐτό, τόν ὑπεράνω πάσης ὄντα ἀρχῆς καί ἐξουσίας καί παντός ὀνόματος ὀνομαζομένου ἐλθεῖν ἐφ᾿ ἡμᾶς καί ἐφ᾿ ἕνί ἑκάστῳ ἡμῶν βασιλεῦσαι ποθήσωμεν καί ζητήσωμεν, ὡς ἄνἕκαστος ἡμῶν, ὅλον αὐτόν μεθ᾿ ἑαυτοῦ λαβών, ἀχώριστον ἕξει ἐν ἡμέρᾳ τε καί νυκτί, λάμποντα τῷ ἀπροσίτῳ φωτί ὅ κατεσθίειν μέλλει τότε τούς ὑπεναντίους, ὅτε διά τούς ἀπιστοῦντας ἐλεύσεται, τούς νυνί μή δεχομένους αὐτόν μηδέ θέλοντας αὐτόν βασιλεύειν ἐπ᾿ αὐτούς· ἐν οἰκίᾳ τε συνεισερχόμενον ὡσαύτως ἕξει αὐτόν καίἐπί τῆς κλίνης συνανακείμενον καί τῷ ἀστέκτῳ φωτί περιπλεκόμενόν τε ὁμοῦ καί ἀρρήτως κατασπαζόμενον, νόσους παραμυθούμενον, λύπας καί θλίψεις διώκοντα, δαίμονας ἀπελεύνοντα, χαράν καί δάκρυα ὑπέρ μέλι καί κηρίον γλυκύτερακαθ᾿ ὥραν παρέχοντα, πάθη ψυχῆς καί σώματος ἐξιώμενον, θάνατον ἀφανίζοντα, ζωήν ἀνεκφράστως βλυστάνοντα καί μετάτήν ἐκδημίαν τήν ἐκ τοῦ σώματος εἰς (174) οὐρανούς οὐρανῶν ἀναβιβάζοντα ἡμῶν ἕκαστον, καί ἐποχούμενον αὐτόν ἕκαστος ἐπίτῶν ἑαυτοῦ ὤμων ἐπιφερόμενος, ἀναλαμβανόμενον ὅθεν οὐκἐχωρίσθη. Ταῦτα παθεῖν σε δεῖ καί μαθεῖν, ἀγαπητέ, ἐν αἰσθήσει πάσῃψυχῆς, ὡς ἄν ἕξεις Θεόν νῦν μέν συναναφέροντά σε δίχα τοῦσώματος, ὕστερον δέ καί τό σῶμά σου τοῦτο ἀναστήσοντα καίπνευματικόν σοι παρέχοντα, ὅς καί βασιλεύων ἔσεται ἐπί σέ εἰςτούς ἀπεράντους αἰῶνας, ἀεί σε βαστάζων εἰς τόν ἀέρα καί ὑπόσοῦ ἀεί βασταζόμενος, ὁ ἐπί πάντων Θεός, ᾧ πρέπει πᾶσα εὐχαριστία, τιμή καί προσκύνησις σύν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καί ἀεί καίεἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...