Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Σάββατο, 9 Μαρτίου 2013

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΕΓΑΛΩΝ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΩΝ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τῶν ἁγίων μεγάλων Τεσσαράκοντα Μαρτύρων,

 τῶν ἐν τῇ λίμνη Σεβαστείας μαρτυρησάντων.
Τῇ θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μεγάλων 

Τεσσαράκοντα Μαρτύρων,
 τῶν ἐν Σεβαστείᾳ τῇ πόλει μαρτυρησάντων.

Πληροῦμεν ὑστέρημα σοῦ, Σῶτερ, πάθους,
Τεσσαράκοντα, συντριβέντες τὰ σκέλη.
Ἀμφ' ἐνάτῃ ἐάγη σκέλη ἀνδρῶν τεσσαράκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος

 Οὐρπασιανοῦ.

Ὁ κλωβὸς ἅρμα πυρός, αἱ δ' αὖ λαμπάδες,
Οὐρπασιανέ, σοὶ τέθριππος ἀνόδου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Καισαρίου,

 ἀδελφοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.

Ὁ Γρηγορίου πρὸς νεκρὸν Καισαρίου,
Γλώττης χαλινοῖ τῆς ἐμῆς λόγους λόγος.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες, Πάππος, Μάμμη, Πατήρ,

 Μήτηρ, καὶ δύο τέκνα, ξίφη τελειοῦνται.

Διὰ ξίφους ἤθλησε συγγενὲς γένος,
Ἡ παππόμμαμος πατρομητροτεκνία.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου