Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Πέμπτη, Απριλίου 12, 2012

Τυπικόν της 13ης Ἀπριλίου 2012 + ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ


Μεγάλη Παρασκευή: 
Ἐν ᾗ τά Ἅγια καί Σωτήρια καί Φρικτά Πάθη τοῦ Κυρίου
 καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν. 
Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Μαρτίνου, Πάπα Ρώμης,
 τοῦ Ὁμολογητοῦ.
 
 Τῇ Μ. Πέμπτῃ ἑσπέρας: ΟΡΘΡΟΣ
Ἡ Ἀκολουθία τοῦ Ὄρθρου τῆς Μ. Παρασκευῆς 
(Τά Δώδεκα Εὐαγγέλια) τελεῖται κατά τήν ἐν τῷ
 Τριῳδίῳ τάξιν καί τήν ἐν τῷ ΤΜΕ  80 σ. 358 κ.ἑξ. διατύπωσιν.
Ἡ Ἀκολουθία τοῦ Ὄρθρου τῆς Μ. Παρασκευῆς, ὅπως 
ἀκρι­βῶς διετυπώθη εἰς τόν  Ὄρθρον τῆς Μεγάλης Δευτέρας.

Ἡ ἔναρξις τοῦ Ὄρθρου, ὡς διετυπώθη τῷ ἑσπέρας τῆς 
Κυριακῆς τῶν Βαΐων διά τόν Ὄρθρον τῆς Μ. Δευτέρας. 
Ἐν συνεχείᾳ ὁ Ἑξάψαλμος. Μεγάλη Συναπτή, καί ψάλλεται
 μετά τῶν ὡρισμένων στίχων· «Ἐκ νυκτός ὀρθρίζει...», 
τό Ἀλληλουϊάριον καί τό Τροπάριον· «Ὅτε οἱ ἔνδοξοι Μαθηταί...»,
 δίς ἀργῶς καί ἅπαξ σύντομον.
Ἀρχομένου τοῦ πρώτου· «Ὅτε οἱ ἔνδοξοι Μαθηταί...»,
 οἱ μέλλοντες χοροστατῆσαι μετά τοῦ 
Πατριάρχου, Ἅγιοι Ἀρχιερεῖς, προπορευομένου τοῦ 
Μ. Ἐκκλησιάρχου, ἐξέρχονται τῆς Νοτίου Πύλης
 τοῦ Ἱεροῦ Βήματος καί λαμβάνουσι τάς οἰκείας
 αὐτῶν θέσεις, ὁ δέ Μ. Ἐκκλησιάρχης ποιήσας σχῆμα τῷ 
Πατριάρχῃ, εἰσέρχεται διά τῆς Βορείου Πύλης εἰς τό Ἱερόν 
Βῆμα. Εὐθύς ἀμέσως ὁ Μ. Ἀρχιδιάκονος κατελθών 
καί ποιήσας σχῆμα τῷ Πατριάρχῃ εἰσέρχεται εἰς τό 
Ἱερόν Βῆμα. Εἰς τήν θέσιν αὐτοῦ παρά τῷ Πατριάρχῃ 
προσέρχεται ὁ Μ. Πρωτοσύγκελλος.

Ἀρχομένου ὑπό τοῦ ἀριστεροῦ Χοροῦ τοῦ δευτέρου· 
«Ὅτε οἱ ἔνδοξοι Μαθηταί...», ὁ Μ. Ἀρχιδιάκονος
 ὡς καί οἱ λοιποί Διάκονοι ἐξέρχονται ἐκ τῆς
 Ὡραίας Πύλης, ἐνδεδυμένοι τάς ἱεράς 
αὐτῶν στολάς καί κρατοῦντες δικηροτρίκηρα
 ἵστανται ἑκατέρωθεν τοῦ Θρόνου.
Ἀρχομένου τοῦ τρίτου· «Ὅτε οἱ ἔνδοξοι Μαθηταί...»,
 ὁ Πατριάρχης κα­­­­­­­­­τ­έρχεται τοῦ Θρόνου καί, 
προπορευομένων τοῦ Μ. Ἐκκλησιάρχου, 
τοῦ Πριμηκηρίου κρατοῦντος τό Διβάμβουλον καί
 τῶν Διακόνων, εἰσέρχεται διά τῆς Ὡραίας Πύλης
 εἰς τό Ἱερόν Βῆμα καί ἐνδύεται Ἐπιτραχήλιον καί 
Ὠμοφόριον. Εἰς τό ἔξω χεῖλος τοῦ ὑψηλοτέρου βάθρου 
πρό τῆς Ὡραίας Πύλης τίθεται, ἀφοῦ ἐξέλθωσιν 
οἱ τέσσαρες Διάκονοι, τό Τρισκέλιον καί ἐπ’ 
αὐτοῦ τό Ἱερόν Εὐαγγέλιον. Πληρωθέντος τοῦ μέλους, 
ὁ Μ. Ἀρχιδιάκονος ἐκ­φωνεῖ· «Καί ὑπέρ τοῦ καταξιωθῆναι...»
, καί ἀναγινώσκεται ὑπό τοῦ Πατριάρχου τό Εὐαγγέλιον
 τῆς Διαθήκης· 
«Εἶπεν ὁ Κύριος...» (Ἰω. ιγ΄ 31-38, ιδ΄, ιε΄, ιστ΄, ιζ΄ καί ιη΄ 1).
Περατωθείσης τῆς ἀναγνώσεως τοῦ Ἱεροῦ Εὐαγγελίου 
ὁ δεξιός Χορός ψάλλει·«Δόξα τῇ μακροθυμίᾳ σου, 
Κύριε, δόξα σοι». Τούτου πληρωθέντος ὁ Πατριάρχης 
λαμβάνει παρά τοῦ Ἀρχιδιακόνου τό τρικήριον καί, τῶν
 Χορῶν ψαλλόντων τό· «Εἰς πολλά ἔτη, Δέσποτα», εὐλογεῖ
 τόν λαόν. Ὁ δεξιός Χορός ἄρχεται ψάλλειν τά 
Ἀντίφωνα· «Ἄρχοντες λαῶν συνήχθησαν...».
Ὁ Πατριάρχης στραφείς εἰς τό Ἱερόν Βῆμα ἐκδύεται
 τό Ὠμοφόριον καί τό Ἐπιτραχήλιον καί προπορευομένων
 τοῦ Μ. Ἐκκλησιάρχου, τοῦ Πριμηκηρίου καί τῶν 
Διακόνων, ἀνέρχεται καί αὖθις εἰς τόν Θρόνον. 
Μετ’ ὀλίγον ὁ Πριμηκήριος καί οἱ Διάκονοι ποιήσαντες
 σχῆμα ἀπέρχονται. Ὁ Μ. Ἀρ­χιδιάκονος καί ὁ Δευτερεύων
 ἐκδυθέντες τάς στολάς αὐτῶν ἐπανέρχονται εἰς τάς 
παρά τῷ Πατριάρχῃ θέσεις αὐτῶν.
Εἰς τό β΄ Ἀντίφωνον· «Ἔδραμε λέγων ὁ Ἰούδας...», ὁ 
Μ. Ἐκκλησιάρχης, ὁ Τριτεύων καί ὁ Διάκονος τῆς Σειρᾶς
 ἐξέρχονται ἐκ τῆς Ὡραίας Πύλης καί οἱ μέν Διάκονοι 
ἵστανται ἔμπροσθεν αὐτῆς, ὁ δέ Μ. Ἐκκλησιάρχης 
προσ­έρχεται τῷ Θρόνῳ, ποιεῖ σχῆμα τῷ Πατριάρχῃ καί 
δι’ ὑποκλίσεως καλεῖ τόν πρῶτον Ἀρχιερέα· οὗτος κατέρχεται 
τῆς θέσεως αὐτοῦ, ποιεῖ ὑπόκλισιν τῷ Πατριάρχῃ καί,
 προπορευομένων τοῦ Μ. Ἐκκλησιάρχου καί τῶν Διακόνων,
 εἰσέρχεται διά τῆς Ὡραίας Πύλης εἰς τό Ἱερόν Βῆμα, 
προσκυνεῖ τήν Ἁγίαν Τράπεζαν καί τό Ἱερόν 
Εὐαγγέλιον καί ἐνδύεται Ἐπιτραχήλιον καί Ὠμοφόριον·
 ἐξέρχονται ἐν συνεχείᾳ οἱ Διάκονοι κρατοῦντες 
δικηροτρίκηρα καί ἵστανται ἑκατέρωθεν τοῦ Τρισκελίου
 διά τήν ἀνάγνωσιν τοῦ β΄ Εὐαγγελίου.
Πληρωθέντος τοῦ Καθίσματος· 
«Ἐν τῷ δείπνῳ τούς Μαθητάς...», ὁ Τριτεύων 
ἐκφωνεῖ· «Καί ὑπέρ τοῦ καταξιωθῆναι...». 
Ὁ Πατριάρχης· «Εἰρήνη πᾶσι», ὁ δέ Ἀρχιερεύς
 ἀναγινώσκει τό β΄ Εὐαγγέλιον· 
«Ἐξῆλθεν ὁ Ἰησοῦς σύν τοῖς μαθηταῖς...» (Ἰω. ιη΄ 1-28).
 Ὁ Δεξιός Χορός· «Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε, δόξα σοι»·
 Ὁ αὐτός τρόπος κλήσεως ἐπαναλαμβάνεται καί εἰς τούς 
λοιπούς χοροστατοῦν­τας Ἀρχιερεῖς.
Ὁ ἀριστερός Χορός ἄρχεται τοῦ δ΄ 
Ἀντιφώνου· «Σήμερον ὁ Ἰούδας, καταλιμπάνει...».
 Ἀρχομένου τοῦ ε΄ Ἀντιφώνου, ὁ Μ. Ἐκκλησιάρχης
 καλεῖ τόν δεύτερον Ἀρχιερέα, ὅστις πληρωθέντος 
τοῦ Καθίσματος· «Ποῖός σε τρόπος, Ἰούδα...», ἀναγινώσκει
 τό γ΄ Εὐαγγέλιον·
 «Οἱ στρατιῶται κρατήσαντες τόν Ἰησοῦν...» (Ματθ. κς΄ 57-75).
 Ὁ ἀριστερός χορός· «Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε, δόξα σοι».
Ὁ δεξιός Χορός ἄρχεται τοῦ ζ΄ Ἀντιφώνου· 
«Τοῖς συλλαβοῦσί σε...». Ἀρχομένου τοῦ θ΄ Ἀντιφώνου 
καλεῖται ὑπό τοῦ Μ. Ἐκκλησιάρχου ὁ γ΄ Ἀρχιερεύς, 
ὅστις πληρωθέντος τοῦ Καθίσματος· 
«Ὤ πῶς Ἰούδας ὁ ποτέ σου μαθητής...», ἀναγινώσκει τό δ΄ Εὐαγγέλιον·
 «Ἄγουσι τόν Ἰησοῦν ἀπό τοῦ Καϊάφα...» (Ἰω. ιη΄ 28-40, ιθ΄ 1-16). 
Ὁ δεξιός Χορός· «Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε, δόξα σοι».
Ὁ ἀριστερός Χορός ἄρχεται τοῦ ι΄ Ἀντιφώνου· 
«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον...». 
Ψαλλομένου τοῦ ιβ΄ Ἀντιφώνου· 
«Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις...», 
ὁ Μ. Ἐκκλησιάρχης καλεῖ τόν τέταρτον Ἀρχιερέα,
 ἵνα ἀναγνώσῃ τό ε΄ Εὐαγγέλιον. Πληρωθέντος 
τοῦ Καθίσματος· «Ὅτε παρέστης τῷ Καϊάφᾳ...»,
 ἀναγινώσκεται τό ε΄ Εὐαγγέλιον· 
«Ἰδών Ἰούδας ὅτι ὁ Ἰησοῦς κατεκρίθη...» (Ματθ. κζ΄ 3-32).
 Ὁ ἀριστερός Χορός· «Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε, δόξα σοι».
Ὁ δεξιός Χορός ἄρχεται τοῦ ιγ΄ Ἀντιφώνου· 
«Τό ἄθροισμα τῶν Ἰουδαίων...». Εἰς τό Θεοτοκίον τοῦ ιδ΄ Ἀντιφώνου·
 «Χαῖρε ἡ δι’ Ἀγγέλου...» ὁ Μ. Ἀρχιμανδρίτης
 ἐνδεδυμένος ἐπιτραχήλιον καί φελόνιον μέλανα, 
αἴρει τόν Ἐσταυρωμένον καί ποιήσας κύκλον περί τήν 
Ἁγίαν Τράπεζαν, ψάλλων κατά τό ὕφος τοῦ 
Εὐαγγελίου, ἐν κατανύξει, τό Ἰδιόμελον· 
«Σήμερον κρεμᾶ­ται ἐπί ξύλου...», ἐξέρχεται τῆς 
Βορείου Πύλης, προπορευομένων τοῦ Πριμηκηρίου 
κρατοῦντος τό Διβάμβουλον, τῶν Λαμπαδούχων,
 τῶν δύο Διακόνων ἐνδεδυμένων μέλανα στολήν 
καί θυμιώντων, καί φθάνει εἰς τό μέσον τοῦ Ναοῦ, 
ἔνθα πήγνυται ὁ Σταυρός. Εἶτα ὁ Μ. Ἀρχιμανδρίτης
 λαβών τό θυμιατόν, παρ’ ἑνός τῶν ἑκατέρωθεν
 ἱσταμένων Διακόνων, θυμιᾷ ἐννεάκις· δίδουσι τά θυμιατά
 εἰς τόν νεωκόρον καί σύντρεις ποιοῦσι τρεῖς μετανοίας
 πρό τοῦ Ἐσταυρωμένου, σχῆμα πρό τοῦ Πατριάρχου 
καί εἰσέρχονται εἰς τό Ἱερόν Βῆμα, ἐνῶ οἱ Χοροί 
ψάλλουσι τό Ἰδιόμελον·
 «Σήμερον κρεμᾶται ἐπί ξύλου...», δίχορον.
 Καθ’ ὅλην τήν περιφοράν ὅ τε Πατριάρχης 
καί οἱ Ἀρχιερεῖς κατέρχονται τῶν στασιδίων των.
Ἐν συνεχείᾳ ὁ Μ. Ἐκκλησιάρχης καλεῖ τόν ε΄ Ἀρχιερέα, 
ὅστις, πληρωθέντος τοῦ Καθίσματος· «Ἐξηγόρασας ἡμᾶς...»,
 ἀναγινώσκει τό ἕκτον Εὐαγγέλιον· 
«Οἱ στρατιῶται ἀπήγαγον τόν Ἰησοῦν...» (Μᾶρκ. ιε΄ 16-32).
 Ὁ Ἀριστερός Χορός· «Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε, δόξα σοι».
Ὁ δεξιός Χορός ἄρχεται τῶν Μακαρισμῶν.
 Ψαλλομένων τῶν Μακαρισμῶν ὁ Μ. Ἐκκλησιάρχης 
καλεῖ τόν ς΄ Ἀρχιερέα, ὅστις, πληρωθέντος τοῦ 
Προκειμένου·«Διεμερίσαντο τά ἱμάτιά μου...», 
ἀναγινώσκει τό ἕβδομον Εὐαγγέλιον· 
«Ἐλθόντες οἱ στρατιῶται εἰς τόπον λεγόμενον Γολγοθᾶ...» 
(Ματθ. κζ΄ 33-54). Ὁ δεξιός Χορός·
«Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε, δόξα σοι».
Ὁ Πατριάρχης τόν Ν΄ Ψαλμόν (χῦμα). Ἀναγινωσκομένου 
τοῦ Ν΄ Ψαλμοῦ, ὁ Μ. Ἐκκλησιάρχης καλεῖ τόν ζ΄ Ἀρχιερέα,
 ὅστις, πληρωθέντος τοῦ Ν΄ Ψαλμοῦ, ἀναγινώσκει 
τό ὄγδοον Εὐαγγέλιον· 
«Ἤγοντο σύν τῷ Ἰησοῦ...» (Λουκ. κγ΄ 32-49). 
Ὁ ἀριστερός Χορός· «Δόξα τῇ μακροθυμίᾳ σου, 
Κύριε, δόξα σοι».
Ὁ δεξιός Χορός ἄρχεται τοῦ Κανόνος· «Πρός σέ ὀρθρίζω...»
 εἰς 4. Ὁ Εἱρμός· «Πρός σέ ὀρθρίζω...», ἀργῶς. Αἴτησις. 
Κοντάκιον· «Τόν δι’ ἡμᾶς σταυρωθέντα...» καί Οἶκος·
«Τόν ἴδιον Ἄρνα, ἡ ἀμνάς θεωροῦσα...». 
Τό Συναξάριον τῆς ἡμέρας καί τό Ὑπόμνημα τοῦ Τριῳδίου.
 Ἡ η΄ ᾨδή· «Στήλην κακίας ἀντιθέου...». Ὁ Εἱρμός τῆς 
η΄ ᾨδῆς·«Στήλην κακίας ἀντιθέου...», ἀργῶς. 
«Τήν Θεοτόκον...». Ἡ θ΄ ᾨδή· «Τήν τιμιωτέραν...» 
καί ὁ Εἱρμός τῆς θ΄ ᾨδῆς ἀργῶς· «Τήν Τιμιωτέραν...».
 Αἴτησις. Ἐξαποστειλάριον· «Τόν λῃστήν αὐθημερόν...»,
 τρίς.
Εἰς τήν ἀρχήν τοῦ πρώτου Ἐξαποστειλαρίου, ὁ 
Μ. Ἐκκλησιάρχης καλεῖ τόν η΄ Ἀρχιερέα, 
ὅστις, πληρωθέντος τοῦ τρίτου Ἐξαποστειλαρίου,
 ἀναγινώσκει τό ἔνατον Εὐαγγέλιον· «Εἱστήκεσαν 
παρά τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ...» (Ἰω. ιθ΄ 25-37). 
Ὁ ἀριστερός Χορός· «Δόξα τῇ μακροθυμίᾳ σου,
 Κύριε, δόξα σοι». «Πᾶσα πνοή...». «Αἰνεῖτε...».
Εἰς τό· «Πᾶσα πνοή» ἐξέρχονται οἱ δύο Διάκονοι 
(Τριτεύων καί Διάκονος τῆς Σειρᾶς) καί ὁ Μ.
 Ἐκκλησιάρχης καί ἵστανται ἑκατέρωθεν τοῦ Θρόνου. 
Εἰς τό β΄ ·«Αἰνεῖτε...», ὁ Πατριάρχης κατέρχεται καί, μετά
 τῶν Διακόνων, ἐλθών πρό τοῦ Ἐσταυρωμένου,
 ἀσπάζεται Αὐτόν, εὐλογεῖ διά τρικηρίου, τῶν Χορῶν
 ψαλλόντων τό·«Εἰς πολλά ἔτη, Δέσποτα» καί ἀνέρχεται 
εἰς τόν Θρόνον. Τό αὐτό ποιοῦσι καί οἱ Ἅγιοι Ἀρχιερεῖς·
ποιοῦντες σχῆμα πρό τοῦ Πατριάρχου ἀσπάζονται τόν
 Ἐσταυρωμένον· ποιοῦντες καί αὖθις σχῆμα τῷ Πατριάρχῃ 
ἐπιστρέφουσιν εἰς τάς θέσεις αὐτῶν. 
Οἱ Διάκονοι μέχρι καί τοῦ τελευταῖου Ἀρχιερέως 
ἵστανται ἑκατέρωθεν τοῦ Θρόνου.
Εἰς τούς Αἴνους· τά 3 Στιχηρά Ἰδιόμελα· «Δύο καί πονηρά
 ἐποίησεν... – Ἕκαστον μέλος τῆς Ἁγίας σου σαρκός... 
– Σταυρωθέντος σου, Χριστέ...» εἰς 4, τό πρῶτον δίς. Δόξα· 
«Ἐξέδυσάν με τά ἱμάτιά μου...». Καί νῦν· 
«Τόν νῶτόν μου ἔδωκα εἰς μαστίγωσιν...».
Εἰς τήν ἀρχήν τοῦ Δοξαστικοῦ ὁ Μ. Ἐκκλησιάρχης καλεῖ 
τόν θ΄ Ἀρχιερέα, ὅστις, πληρωθέντος τοῦ· «Καί νῦν», 
ἀναγινώσκει τό δέκατον Εὐαγ­γέλιον· «Ἐλθών Ἰωσήφ...»
 (Μᾶρκ. ιε΄ 43-47). Ὁ Δεξιός Χορός·
 «Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε, δόξα σοι». 
Ὁ Πατριάρχης· «Σοί δόξα πρέπει, Κύριε ὁ Θεός...».
 Πληρωτικά. Κατά τά Πληρωτικά ὁ 
Μ. Ἐκκλησιάρχης καλεῖ τούς λοιπούς Ἀρχιερεῖς καί
 ὁ πρῶτος ἐξ αὐτῶν ἀναγινώσκει τό ἑνδέκατον Εὐαγγέλιον·
 «Ἠρώτησε τόν Πιλᾶτον ὁ Ἰωσήφ...» (Ἰω. ιθ΄ 38-42). 
Ὁ Δεξιός Χορός· «Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε, δόξα σοι».
Ὁ ἀριστερός Χορός ἄρχεται τά Ἀπόστιχα· «Πᾶσα ἡ
 κτίσις, ἠλλοιοῦτο φόβῳ...», «Λαός δυσσεβής καί 
παράνομος...», «Σήμερόν σε θεωροῦσα, ἡ ἄμεμπτος
 Παρθένος...», «Ἐπί ξύλου βλέπουσα κρεμάμενον,
 Χριστέ...». Δόξα, «Κύριε, ἀναβαίνοντός σου ἐν τῷ 
Σταυρῷ...». Καί νῦν, «Ἤδη βάπτεται κάλαμος...».
Ἀρχομένου τοῦ Δοξαστικοῦ, ὁ Μ. Ἀρχιδιάκονος, ποιήσας
 σχῆμα, εἰσέρχεται εἰς τό Ἱερόν Βῆμα, ἐνδύεται μέλανα
 στολήν, προσέρχεται μετά τοῦ Εὐαγγελίου τῷ 
Πατριάρχῃ λέγων· «Εὐλόγησον, Δέσποτα, τόν
 Εὐαγγελιστήν...» καί ὁ Πατριάρχης·«Ὁ Θεός διά πρεσβειῶν...»
 καί ἐπιστρέψας εἰς τό Ἱερόν Βῆμα διά τῆς Βορείου Πύλης,
 ἀνέρχεται εἰς τόν Ἱερόν Ἄμβωνα. Πληρωθέντος τοῦ· «Καί νῦν», 
ἀναγινώσκει τό δωδέκατον Εὐαγγέλιον· 
«Τῇ ἐπαύριον, ἥτις ἐστί μετά τήν Παρασκευήν...» (Ματθ. κζ΄ 62-66).
Ὁ Χορός· «Δόξα σοι, Κύριε, δόξα σοι». Ὁ Πατριάρχης·
 «Ἀγαθόν τό ἐξομολογεῖσθαι...». Τρισάγιον. Τό Ἀπολυτίκιον·
 «Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας...», τρίς. 
Ἐκτενής. «Σοφία.· Ὁ ὤν εὐλογητός...», «Στερεῶ­σαι...»
 καί Ἀπόλυσις· «Δόξα σοι, ὁ Θεός, ἡ ἐλπίς ἡμῶν δόξα σοι. 
Ὁ ἐμ­πτυσμούς καί μάστιγας καί κολαφισμούς καί
 Σταυρόν καί θάνατον ὑπομείνας διά τήν τοῦ κόσμου
 σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός...».
Ὁ Πατριάρχης κατά τήν Ἀπόλυσιν εὐλογεῖ διά Σταυροῦ 
τον λαόν, τῶν Χορῶν ψαλλόντων· «Τόν Δεσπότην καί Ἀρχιερέα...»·
 κατέρχεται τοῦ Θρόνου, ποιεῖ τρίς τό σημεῖον τοῦ Σταυροῦ 
πρό τοῦ Ἐσταυρωμένου, λέγει· «Δι’ εὐχῶν...» καί στραφείς ἀπέρχεται.
Ἑξάψαλμος.
Εἰς τό· «Ἀλληλούϊα».
Ἀπολυτίκια: 
Τό Τροπάριον· «Ὅτε οἱ ἔνδοξοι μαθηταί...»,
 δίς ἀργῶς καί ἅπαξ σύντομον.
 Εὐθύς·
Τό Α΄ Εὐαγγέλιον·
Εἰς τό τέλος τοῦ Εὐαγγελίου καί μέχρι καί τοῦ 
ΙΑ΄ λέγομεν· «Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε, δόξα σοι».
Ἀντίφωνα: 
Ἄρχεται ὁ δεξιός Χορός καί ψάλλουσιν οἱ Χοροί ἐναλλάξ
 τά Τροπάρια τῶν Α΄, Β΄ καί Γ΄ Ἀντιφώνων μετά τοῦ Δόξα,
 Καί νῦν αὐτῶν.
Κάθισμα: 
«Ἐν τῷ δείπνῳ τούς Μαθητάς...».
Τό Β΄ Εὐαγγέλιον·
Ἀντίφωνα:
 Ἄρχεται ὁ ἀριστερός Χορός καί ψάλλουσιν οἱ Χοροί ἐναλλάξ 
τά Τροπάρια τῶν Δ΄, Ε΄ καί ΣΤ΄ Ἀντιφώνων μετά τοῦ Δόξα, 
Καί νῦν αὐτῶν.
Κάθισμα:
 «Ποῖός σε τρόπος, Ἰούδα...».
Τό Γ΄ Εὐαγγέλιον·
Ἀντίφωνα:
 Ἄρχεται ὁ δεξιός Χορός καί ψάλλουσιν οἱ Χοροί ἐναλλάξ 
τά Τροπάρια τῶν Ζ΄, Η΄ καί Θ΄ Ἀντιφώνων μετά τοῦ Δόξα, 
Καί νῦν αὐτῶν.
Κάθισμα:
 «Ὤ πῶς Ἰούδας ὁ ποτέ σου μαθητής...».
Τό Δ΄ Εὐαγγέλιον·
Ἀντίφωνα:
 Ἄρχεται ὁ ἀριστερός Χορός καί ψάλλουσιν οἱ Χοροί ἐναλλάξ τά
 Τροπάρια τῶν Ι΄, ΙΑ΄ καί ΙΒ΄ Ἀντιφώνων μετά τοῦ Δόξα,
 Καί νῦν αὐτῶν.
Κάθισμα: 
«Ὅτε παρέστης τῷ Καϊάφᾳ...».
Τό Ε΄ Εὐαγγέλιον·
Ἀντίφωνα: 
Ἄρχεται ὁ δεξιός Χορός καί ψάλλουσιν οἱ Χοροί ἐναλλάξ 
τά Τροπάρια τῶν ΙΓ΄ καί ΙΔ΄ Ἀντιφώνων μετά τοῦ Δόξα 
Καί νῦν αὐτῶν.
Εἰς τό τέλος τοῦ Δόξα, Καί νῦν, τοῦ ΙΔ΄ Ἀντιφώνου· 
«Χαῖρε ἡ δι’ Ἀγγέλου... ἡ ἀξιωθεῖσα γενέσθαι μήτηρ
 Χριστοῦ τοῦ Θεοῦ» γίνεται ἡ ἐκ τοῦ Ἱεροῦ Βήματος 
ἔξοδος τοῦ Ἐσταυρωμένου, τοῦ φέροντος αὐτόν Ἱερέως 
ἐκφωνοῦντος κατά τό ὕφος τοῦ Εὐαγγελίου, ἐν
 κατανύξει, τό Ἰδιόμελον· 
«Σήμερον κρεμᾶται ἐπί ξύλου...», 
ἐν συνεχείᾳ τό αὐτό Ἰδιόμελον ψάλλουσιν
 οἱ Χοροί (δίχορον) καί τά ὑπόλοιπα Τροπάρια 
τοῦ ΙΕ΄ Ἀντιφώνου μετά τοῦ Δόξα, Καί νῦν αὐτοῦ.
Κάθισμα: 
«Ἐξηγόρασας ἡμᾶς...».
Τό ΣΤ΄ Εὐαγγέλιον·
Μακαρισμοί:
 Ἄρχεται ὁ δεξιός Χορός.
Προκείμενον:
 «Διεμερίσαντο τά ἱμάτιά μου ἑαυτοῖς· καί ἐπί τόν ἱματισμόν 
μου ἔβαλον κλῆρον».
Στίχος: 
«Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με;».
Τό Ζ΄ Εὐαγγέλιον·
Ὁ Ν΄ Ψαλμός:
 (Χῦμα).
Τό Η΄ Εὐαγγέλιον·
Κανών: 
Ἡ ε΄ ᾨδή τοῦ Τριῳδίου· «Πρός σέ ὀρθρίζω...», εἰς 6.
Εἱρμός ε΄ ᾨδῆς: 
«Πρός σέ ὀρθρίζω...», ἀργῶς.
Κοντάκιον - Οἶκος:
 Τοῦ Τριῳδίου.
Συναξάριον:
 Τῆς ἡμέρας (13ῃ Ἀπριλίου) καί τό Ὑπόμνημα τοῦ
 Τριῳδίου. Ἡ η΄ ᾨδή τοῦ Τριῳδίου· 
«Στήλην κακίας...», εἰς 6.
Εἱρμός η΄ ᾨδῆς: 
«Στήλην κακίας...», ἀργῶς.
Ἡ Τιμιωτέρα: 
Οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς ἡ θ΄ ᾨδή τοῦ Τριῳδίου·
 «Τήν Τιμιωτέραν...», εἰς 6.
Εἱρμός θ΄ ᾨδῆς:
 «Τήν Τιμιωτέραν τῶν Χερουβείμ...», ἀργῶς.
Ἐξαποστειλάριον:
 «Τόν λῃστήν αὐθημερόν...», τρίς.
Τό Θ΄ Εὐαγγέλιον·
Αἶνοι: 
Τά 3 Στιχηρά Ἰδιόμελα· 
«Δύο καί πονηρά... 
– Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός...
 – Σταυρωθέντος σου, Χριστέ...» εἰς 4, τό πρῶτον δίς.
Δόξα: 
Τό Ἰδιόμελον αὐτῶν· «Ἐξέδυσάν με...».
Καί νῦν: 
Τό ἀκολουθοῦν Ἰδιόμελον· «Τόν νῶτον μου ἔδωκα εἰς μαστίγωσιν...».
Τό Ι΄ Εὐαγγέλιον·
        «Σοί δόξα πρέπει...».
Δοξολογία: 
(χῦμα).
Πληρωτικά.
Τό ΙΑ΄ Εὐαγγέλιον·
Ἀπόστιχα: 
Τά 4 Στιχηρά Ἰδιόμελα· 
«Πᾶσα ἡ κτίσις... 
– Λαός δυσ­σεβής... 
– Σήμερον σέ θεωροῦσα... 
– Ἐπί ξύλου βλέπουσα...», μετά τῶν πρό αὐτῶν στίχων
 εἰς τά τρία τελευταῖα.
Δόξα: 
Τό ἕτερον Ἰδιόμελον αὐτῶν· «Κύριε, ἀναβαίνοντός σου ἐν τῷ Σταυρῷ...».
Καί νῦν: 
Τό ἀκολουθοῦν ἕτερον Ἰδιόμελον· «Ἤδη βάπτεται κάλαμος...».
Τό ΙΒ΄ Εὐαγγέλιον·
«Δόξα σοι, Κύριε, δόξα σοι».
        «Ἀγαθόν τό ἐξομολογεῖσθαι...».
Τρισάγιον.
Ἀπολυτίκιον:
 «Ἐξηγόρασας ἡμᾶς...», τρίς.
Ἐκτενής.
Ἀπόλυσις: 
«Ὁ ἐμπτυσμούς καί μάστιγας καί κολαφισμούς καί Σταυρόν
 καί θάνατον ὑπομείνας διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός...».
Τῇ Μ. Παρασκευῇ πρωΐ: ΑΙ ΜΕΓΑΛΑΙ ΩΡΑΙ
Ὥρα Α΄.
Ὁ Ἱερεύς: 
«Εὐλογητός ὁ Θεός...».
 «Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι».
 «Βασιλεῦ Οὐράνιε...».
Τρισάγιον.
Ὁ Ἱερεύς:
 «Ὅτι σοῦ ἐστιν...».
Ὁ Ἀναγνώστης: 
«Κύριε, ἐλέησον», ιβ΄. 
Δόξα, Καί νῦν· «Δεῦτε προσ­κυνήσωμεν...»
 καί οἱ Ψαλμοί τῆς Α΄ Ὥρας. Δόξα· «Σταυρωθέντος σου, Χριστέ...».
 Καί νῦν· «Τί σέ καλέσωμεν, ὦ Κεχαριτωμένη...».
Οἱ Χοροί: 
Ψάλλουσι τά Στιχηρά Ἰδιόμελα·
\ «Σήμερον τοῦ ναοῦ τό καταπέτασμα...
 – Ὡς πρόβατον ἐπί σφαγήν ἤχθης...» (ἄρχεται ὁ α΄ Χορός).
Δόξα, Καί νῦν: 
«Τοῖς συλλαβοῦσί σε παρανόμοις...».
Προφητεία:
 «Τάδε λέγει Κύριος· Λήψομαι τήν ῥάβδον μου...» (Ζαχ. ια΄ 10-13).
Ἀπόστολος: 
«Ἐμοί μή γένοιτο...» (Γαλ. ς΄ 14-18).
Εὐαγγέλιον: 
«Πρωΐας γενομένης...» (Ματθ. κζ΄ 1-56).
Ὁ Ἀναγνώστης: 
«Τά διαβήματά μου κατεύθυνον...».
Τρισάγιον.
Κοντάκιον: 
«Τόν δι’ ἡμᾶς σταυρωθέντα...». 
«Κύριε, ἐλέησον», μ΄. 
«Ὁ ἐν παντί καιρῷ...». 
«Κύριε, ἐλέησον», τρίς. Δόξα, Καί νῦν· 
«Τήν Τιμιωτέραν... 
– Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ».
Ὁ Ἱερεύς: 
«Ὁ Θεός οἰκτειρήσαι ἡμᾶς...» καί ἡ Εὐχή·
 «Χριστέ, τό φῶς τό ἀληθινόν...»καί ἄρχεται ἡ Γ΄ Ὥρα.
Ὥρα Γ΄.
Ὁ Ἀναγνώστης: 
«Δεῦτε προσκυνήσωμεν...» καί οἱ Ψαλμοί τῆς Γ΄ Ὥρας. 
Δόξα·«Κύριε, κατέκρινάν σε...»
Καί νῦν· «Θεοτόκε, σύ εἶ ἡ ἄμπελος ἡ ἀληθινή...».
Οἱ Χοροί:
 Ψάλλουσι τά Στιχηρά Ἰδιόμελα· 
«Διά τόν φόβον τῶν Ἰουδαίων...
 – Πρό τοῦ τιμίου σου Σταυροῦ...» (ἄρχεται ὁ β΄ Χορός).
Ἀρχομένων τῶν Ἰδιομέλων ὁ Μ. Ἀρχιδιάκονος φέρων τόν 
μέλανα Μανδύαν καί κρατῶν κατζίον ἐξέρχεται 
τῆς Βορείου Πύλης, προπορευομένου λαμπαδούχου, καί θυμιᾷ
 ἀπό τοῦ πρό τῆς Ὡραίας Πύλης χώρου τόν Θρόνον τρίς, 
ἀνά τρίς τάς τέσσαρας εἰκόνας τοῦ Τέμπλου, τήν Δυτικήν
 Πύλην, ἐλθών δέ πρό τοῦ Ἐσταυρωμένου θυμιᾷ ἐννεάκις· 
εἶτα τόν Θρόνον τρίς, τούς Χορούς, σχῆμα εἰς τόν Θρόνον
 καί ἐν συνεχείᾳ, ὡς συνήθως, τόν λαόν· 
κατά τήν ἐπιστροφήν ἐννεάκις τόν Ἐσταυρωμένον,
 τρίς τόν Θρόνον, τό τέμπλον καί εἰσέρχεται διά
 τῆς Νοτίου Πύλης εἰς τό Ἱερόν Βῆμα.
Δόξα, Καί νῦν:
 «Ἑλκόμενος ἐπί Σταυροῦ...».
Προφητεία: 
«Κύριος δίδωσί μοι γλῶσσαν...» (Ἡσ. ν΄ 4-11).
Ἀπόστολος: 
«Ἔτι Χριστός...» (Ῥωμ. ε΄ 6-1­0).
Εὐαγγέλιον: 
«Οἱ στρατιῶται ἀπήγαγον τόν Ἰησοῦν...» (Μᾶρκ. ιε΄ 16-41).
Ὁ Ἀναγνώστης:
 «Κύριος ὁ Θεός εὐλογητός...».
Τρισάγιον.
Κοντάκιον: 
«Τόν δι’ ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν...» 
κτλ., ὡς ἐν τῇ Α΄ Ὥρᾳ.
Ὁ Ἱερεύς:
 Τήν Εὐχήν· «Δέσποτα Θεέ...» καί ἄρχεται ἡ ΣΤ΄ Ὥρα.
Ὥρα ΣΤ΄.
Ὁ Ἀναγνώστης: 
«Δεῦτε προσκυνήσωμεν...» καί οἱ Ψαλμοί τῆς ΣΤ΄ Ὥρας. 
Δόξα·«Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς...». 
Καί νῦν· «Ὅτι οὐκ ἔχομεν παῤῥησίαν...».
Οἱ Χοροί:
 Ψάλλουσι τά Στιχηρά Ἰδιόμελα·
 «Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις... 
– Οἱ νομοθέται τοῦ Ἰσραήλ...» (ἄρχεται ὁ α΄ Χορός).

Ἀρχομένων τῶν Ἰδιομέλων ὁ Ὑπογραμματεύς φέρων τόν
 μέλανα Μανδύαν καί κρατῶν κατζίον θυμιᾷ, ὡς καί 
ὁ Μ. Ἀρχιδιάκονος κατά τήν Γ΄ Ὥραν.

Δόξα, Καί νῦν: 
«Δεῦτε χριστοφόροι λαοί...».
Προφητεία: 
«Τάδε λέγει Κύριος· ἰδού συνήσει...» (Ἡσ. νβ΄ 13 – νδ΄ 2).
Ἀπόστολος:
 «Ὁ ἁγιάζων καί οἱ ἁγιαζόμενοι...» (Ἑβρ. β΄ 11-18).
Εὐαγγέλιον: 
«Ἤγοντο δέ καί ἕτεροι δύο κακοῦργοι...» (Λουκ. κγ΄ 32-49).
Ὁ Ἀναγνώστης: 
«Ταχύ προκαταλαβέτωσαν...».
Τρισάγιον.
Κοντάκιον:
 «Τόν δι’ ἡμᾶς σταυρωθέντα...», κτλ. ὡς ἐν τῇ Α΄ Ὥρᾳ.
Ὁ Ἱερεύς: 
Τήν Εὐχήν· «Θεέ καί Κύριε τῶν Δυνάμεων...»
 καί ἄρχεται ἡ Θ΄ Ὥρα.
Ὥρα Θ΄.
Ὁ Ἀναγνώστης:
 «Δεῦτε προσκυνήσωμεν...» καί οἱ Ψαλμοί τῆς Θ΄ Ὥρας. Δόξα
·«Βλέπων ὁ λῃστής...». Καί νῦν· 
«Ὁ δι’ ἡμᾶς γεν­νηθείς...».
Ὁ β΄ Χορός:
 Ψάλλει τό Στιχηρόν Ἰδιόμελον· «Θάμβος ἦν κατιδεῖν...».

Ἀρχομένων τῶν Ἰδιομέλων, ὁ Διάκονος τῆς Σειρᾶς φέρων
 τόν μέλανα Μανδύαν καί κρατῶν κατζίον θυμιᾷ, ὡς καί
 οἱ ἄλλοι Διάκονοι.
Ὁ α΄ Χορός: 
Ψάλλει τό ἕτερον Στιχηρόν Ἰδιόμελον·
 «Ὅτε σέ Σταυρῷ προσήλωσαν...», τό τέλος τοῦ ὁποίου· 
«...σύν Πατρί καί ἁγίῳ Πνεύματι», ψάλλει ὁ β΄ Χορός.
Ὁ α΄ Χορός:
 Δόξα.
Ὁ β΄ Χορός: 
Καί νῦν. Ἐν συνεχείᾳ ὁ·
Κανονάρχης: Στάς εἰς τό μέσον τοῦ Ναοῦ, ἐνώπιον τοῦ
 Ἐσταυρωμένου καί βλέπων πρός ἀνατολάς, ἀναγινώσκει 
εὐλαβῶς καί κατά τό ὕφος τοῦ Ἀποστόλου τό Ἰδιόμελον· 
«Σήμερον κρεμᾶται ἐπί ξύλου...»
τρίς καί συνεχίζει
·«Στέφανον ἐξ ἀκανθῶν...» μέχρι τοῦ·
 «Προσ­κυνοῦμεν σου τά πάθη, Χριστέ...», ὅπερ ἐπαναλαμβάνει,
 τρίς, τό δέ· 
«Δεῖξον ἡμῖν...», ἅπαξ.
Οἱ Χοροί:
 ψάλλουσι τοῦτο (δίχορον) κατά στίχον. Μεθ’ ὅ·
Προφητεία:
 «Κύριε, γνώρισόν μοι...» (Ἰερ. α΄ 18 – ιβ΄ 5, 9-11, 14-15).
Ἀπόστολος: 
«Ἔχοντες παῤῥησίαν...» (Ἑβρ. ι΄ 19-31).
Εὐαγγέλιον: 
«Ὅτε ἐσταύρωσαν τόν Ἰησοῦν...» (Ἰω. ιθ΄ 23-37). Εὐθύς·
Ὁ Ἀναγνώστης:
 «Μή δή παραδῴῃς ἡμᾶς...».
Τρισάγιον.
Τό Κοντάκιον: 
«Τόν δι’ ἡμᾶς σταυρωθέντα...» κτλ., ὡς ἐν τῇ Α΄ Ὥρᾳ.
Ὁ Ἱερεύς: 
Τήν Εὐχήν· «Δέσποτα Κύριε Ἰησοῦ Χριστέ...».
Ἀπόλυσις: 
«Ὁ ἐμπτυσμούς καί μάστιγας καί κολαφισμούς καί Σταυρόν
 καί θάνατον ὑπομείνας, διά τήν τοῦ κόσμου σωτηρίαν,
 Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...». «Δι’ εὐχῶν...».
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Ἡ Ἀκολουθία τοῦ Μ. Ἑσπερινοῦ τελεῖται κατά 
τήν ἐν τῷ Τριῳδίῳ 
τάξιν καί τήν ἐν τῷ ΤΜΕ § 84, σ. 361 κ.ἑξ. διατύπωσιν.
Μετά τήν ἀπόλυσιν τῆς Θ΄ Ὥρας ὁ Πατριάρχης μετά τῆς
 συνοδείας του κατέρχεται εἰς τόν Π. Πατριαρχικόν Ναόν. 
Εἰς τόν Νάρθηκα περιβάλλεται τόν Μανδύαν, λαμβάνει τήν 
ποιμαντορικήν ράβδον καί πορεύεται πρός τόν Ναόν.
 Εἰς τόν Σολέα εὐλογεῖ τόν λαόν, τῶν Χορῶν ψαλλόντων
 τό· «Εἰς πολλά ἔτη, Δέσποτα». Ἀνέρχεται εἰς τόν Θρόνον 
καί ἄρχεται ὁ Ἑσπερινός.
Εἰς τό· «Κύριε, ἐκέκραξα...», ἐξέρχονται τῆς Νοτίου 
Πύλης, ἵνα συγχοροστατήσωσι μετά τοῦ Πατριάρχου,
 οἱ Σεβ. Συνοδικοί Ἀρχιερεῖς.
Ἅμα τῇ ἐνάρξει τῆς ἀναγνώσεως τοῦ Ἀποστόλου,
 προπορευομένου τοῦ Μ. Ἐκκλησιάρχου, ἐξέρχεται ἐκ 
τῆς Ὡραίας Πύλης ὁ Μ. Πρωτοσύγκελλος καί λαμβάνει
 καιρόν παρά τοῦ Πατριάρχου διά τό κήρυγμα.

Μετά τά Πληρωτικά οἱ Χοροί ἔρχονται εἰς τήν Βορείαν Πύλην τοῦ Ἱεροῦ Βήματος καί ἄρχονται ψάλλοντες ἀργῶς τά Ἀπόστιχα· «Ὅτε ἐκ τοῦ ξύλου... – Ὅτε αἱ δυνάμεις σε, Χριστέ...» κτλ. καί γίνεται ἡ περιφορά τοῦ Ἐπιταφίου.
Ὁ Μ. Ἀρχιμανδρίτης φέρει ἐν τῇ δεξιᾷ τό Ἱερόν Εὐαγγέλιον· ἡ πομπή ἐξέρχεται τοῦ Ἱεροῦ Βήματος προπορευομένων τῶν Λαμπαδούχων, τῶν Ψαλ­τῶν, τοῦ Πριμηκηρίου φέροντος τό Διβάμβουλον καί τῶν Διακόνων θυμιώντων, ἔρχεται εἰς τό μέσον τοῦ Ναοῦ, ὅπου ἵσταται ηὐτρεπισμένον τό Κουβούκλιον καί οἱ Ἱερεῖς φέροντες ἐπί κεφαλῆς αὐτῶν τόν Ἐπιτάφιον ποιοῦσι τρεῖς κύκλους περί τό Κουβούκλιον· εἶτα τιθέασιν αὐτόν ἐντός τοῦ Κουβουκλίου καί ὁ Μ. Ἐκκλησιάρχης ραίνει μέ εὔοσμα ἄνθη.
Ὁ Πατριάρχης προσέρχεται, ποιεῖ τρίς τό σημεῖον τοῦ Σταυροῦ καί μετανοίας, ἀσπάζεται τό Ἱερόν Εὐαγγέλιον καί τόν Ἐπιτάφιον καί εὐλογήσας τόν λαόν, τῶν Χορῶν ψαλλόντων τό· «Εἰς πολλά ἔτη, Δέσποτα», ἀνέρχεται εἰς τήν τελευταίαν βαθμίδα τοῦ Θρόνου. Ὁ Μ. Ἐκκλησιάρχης δίδει εἰς Αὐτόν δέσμην ἀνθέων καί ἀσπάζεται τήν Δεξιάν Αὐτοῦ. Εἰς τό· Δόξα, Καί νῦν· «Σέ τόν ἀναβαλλόμενον τό φῶς...», οἱ Ἅγιοι Ἀρχιερεῖς προσέρχονται, ἀσπάζονται τό Ἱερόν Εὐαγγέλιον καί τόν Ἐπιτάφιον, καί λαμβάνοντες ἄνθη παρά τοῦ Πατριάρχου ἀσπάζονται τήν Δεξιάν Αὐτοῦ καί ἀπέρχονται διά τῆς Ὡραίας Πύλης· εἶτα προσέρχεται ὁ ἱερός κλῆρος, οἱ λοιποί κληρικοί τῆς Πατριαρχικῆς Αὐλῆς, οἱ Ὀφφικιάλοι, οἱ Χοροί καί ὁ λαός καί συνεχίζει τό ὑπόλοιπον τῆς Ἀκολουθίας τοῦ Ἑσπερινοῦ.
Ἀπόλυσις· «Ὁ δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν τά φρικτά Πάθη καί τόν ζωοποιόν Σταυρόν καί τήν ἑκούσιον ταφήν σαρκί καταδεξάμενος, Χριστός ὁ ἀληθινός Θεός...».
Προοιμιακός.
Εἰς τό· «Κύριε, ἐκέκραξα...».
Ἑσπέρια: Τά 5 Στιχηρά Ἰδιόμελα·
 «Πᾶσα ἡ κτίσις... 
– Λαός δυσσεβής... 
– Σήμερον σέ θεωροῦσα... 
– Ἐπί ξύλου βλέπουσα... 
– Σήμερον ὁ Δεσπότης...» εἰς 6, τό πρῶτον δίς.
Δόξα
: Τό Ἰδιόμελον αὐτῶν· «Ὤ πῶς ἡ παράνομος συναγωγή...».
Καί νῦν: 
Τό ἀκολουθοῦν Ἰδιόμελον· «Φοβερόν καί παράδοξον...».
Εἴσοδος:
 Μετ’ Εὐαγγελίου· «Φῶς ἱλαρόν...». Τά Ἀναγνώσματα:
 α΄.– «Ἐλάλησε Κύριος πρός Μωϋσῆν...» (Ἔξοδ. λγ΄ 11-23).
 β΄.– «Εὐλόγησε Κύριος τά ἔσχατα τοῦ Ἰώβ...» (Ἰώβ μβ΄ 12-17) καί
   γ΄.– «Τάδε λέγει Κύριος· ἰδού συνήσει ὁ παῖς μου...» (Ἡσ. νβ΄ 13, νδ΄ 1).
Ἀπόστολος: 
Μ. Παρασκευῆς· «Ὁ λόγος ὁ τοῦ Σταυροῦ...» (Α΄ Κορ. α΄ 18-31, β΄ 1- 2).
Εὐαγγέλιον:
 Ὁμοίως·  «Συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς...»
 (Ματθ. κζ΄ 1-38, Λουκ. κγ΄ 39-43, Ματθ. κζ΄ 39-54, Ἰω. ιθ΄ 31-47 καί Ματθ. κζ΄ 55-61).
Ἐκτενής.
        «Καταξίωσον, Κύριε...».
Πληρωτικά.
Ἀπόστιχα:
 Τό 1 Στιχηρόν Αὐτόμελον·
 «Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν...» 
καί τά 3 Στιχηρά Προσόμοια·
 «Ὅτε ἐν τῷ τάφῳ τῷ και­νῷ...
 – Ὅτε ἐν τῷ τάφῳ σαρκικῶς... 
– Ὅτε αἱ Δυνάμεις σε, Χριστέ...»
ἅτινα ψάλλονται κατά τήν περιφοράν τοῦ Ἐπιταφίου,
 μετά τῶν πρό αὐτῶν στίχων εἰς τά τρία τελευταῖα.
Δόξα, Καί νῦν: 
Τό Ἰδιόμελον αὐτῶν· «Σέ τόν ἀναβαλλόμενον...».
         «Νῦν ἀπολύεις...».
Τρισάγιον.
Ἀπολυτίκια: 
1.– «Ὁ εὐσχήμων Ἰωσήφ...» καί
 2.– «Ταῖς μυροφόροις γυναιξί...».
Ἀπόλυσις: 
«Ὁ δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν τά 
φρικτά πάθη καί τόν ζωοποιόν Σταυρόν καί τήν ἑκούσιον
 ταφήν σαρκί καταδεξάμενος, Χριστός ὁ ἀληθινός...».
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...